John 7:47-50

SBLGNT(i) 47 ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· Μὴ καὶ ὑμεῖς πεπλάνησθε; 48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; 49 ἀλλὰ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ⸀ἐπάρατοί εἰσιν. 50 λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ⸀ἐλθὼν πρὸς αὐτὸν ⸀πρότερον, εἷς ὢν ἐξ αὐτῶν·
SBL Greek NT Apparatus

49 ἐπάρατοί WH Treg NIV ] ἐπικατάρατοί RP
50 ἐλθὼν WH Treg NIV ] + νυκτὸς RP • πρότερον WH Treg ] τὸ πρότερον NIV; – RP