John 6:10-11

SBLGNT(i) 10 ⸀εἶπεν ὁ Ἰησοῦς· Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ⸀ὡς πεντακισχίλιοι. 11 ἔλαβεν ⸀οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας ⸀διέδωκεν τοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον.
SBL Greek NT Apparatus

10 εἶπεν WH Treg NIV ] + δὲ RP • ὡς WH Treg NIV ] ὡσεὶ RP
11 οὖν WH Treg NIV ] δὲ RP • διέδωκεν WH Treg NIV ] + τοῖς μαθηταῖς οἱ δὲ μαθηταὶ RP