SBLGNT(i)
50 λέγει αὐτῷ ὁ Ἰησοῦς· Πορεύου· ὁ υἱός σου ζῇ. ⸀ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ⸀ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς καὶ ἐπορεύετο. 51 ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ⸀ὑπήντησαν ⸀αὐτῷ λέγοντες ὅτι ὁ παῖς ⸀αὐτοῦ ζῇ. 52 ἐπύθετο οὖν ⸂τὴν ὥραν παρ’ αὐτῶν⸃ ἐν ᾗ κομψότερον ἔσχεν· ⸂εἶπαν οὖν⸃ αὐτῷ ὅτι ⸀Ἐχθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. 53 ἔγνω οὖν ὁ πατὴρ ⸀ὅτι ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ ⸀Ἰησοῦς· Ὁ υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.
John 4:50-53
SBL Greek NT Apparatus
50 ἐπίστευσεν WH Treg NIV ] καὶ ἐπίστευσεν RP • ὃν WH Treg NIV ] ᾧ RP
51 ὑπήντησαν WH Treg NIV ] ἀπήντησαν RP • αὐτῷ WH NIV ] + καὶ ἀπήγγειλαν Treg RP • αὐτοῦ WH Treg NIV ] σου RP
52 τὴν ὥραν παρ’ αὐτῶν WH Treg NIV ] παρ’ αὐτῶν τὴν ὥραν RP • εἶπαν οὖν WH Treg NIV ] Καὶ εἶπον RP • Ἐχθὲς WH Treg NIV ] Χθὲς RP
53 ὅτι WH ] + ἐν Treg NIV RP• Ἰησοῦς WH Treg NIV ] + ὅτι RP