SBLGNT(i)
32 καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ⸀ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’ αὐτόν· 33 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ· 34 κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ ⸀ἐκλεκτὸς τοῦ θεοῦ.
John 1:32-34
SBL Greek NT Apparatus
32 ὡς WH Treg NIV ] ὡσεὶ RP
34 ἐκλεκτὸς Holmes WHmarg ] υἱὸς WH Treg NIV RP
32 ὡς WH Treg NIV ] ὡσεὶ RP
34 ἐκλεκτὸς Holmes WHmarg ] υἱὸς WH Treg NIV RP