John 19:9-11

SBLGNT(i) 9 καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ· Πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. 10 λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ⸂ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί⸃ σε; 11 ἀπεκρίθη ⸀αὐτῷ Ἰησοῦς· Οὐκ εἶχες ἐξουσίαν ⸂κατ’ ἐμοῦ οὐδεμίαν⸃ εἰ μὴ ἦν ⸂δεδομένον σοι⸃ ἄνωθεν· διὰ τοῦτο ὁ ⸀παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.
SBL Greek NT Apparatus

10 ἀπολῦσαί σε … ἔχω σταυρῶσαί WH Treg NIV ] σταυρῶσαί σε … ἔχω ἀπολῦσαί RP
11 αὐτῷ WH Treg NIV ] – RP • κατ᾽ ἐμοῦ οὐδεμίαν WH Treg NIV ] οὐδεμίαν κατ᾽ ἐμοῦ RP • δεδομένον σοι WH Treg NIV ] σοι δεδομένον RP • παραδούς WH NIV ] παραδιδούς Treg RP