John 19:28-37

SBLGNT(i) 28 Μετὰ τοῦτο ⸀εἰδὼς ὁ Ἰησοῦς ὅτι ⸂ἤδη πάντα⸃ τετέλεσται ἵνα τελειωθῇ ἡ γραφὴ λέγει· Διψῶ. 29 ⸀σκεῦος ἔκειτο ὄξους μεστόν· ⸂σπόγγον οὖν μεστὸν τοῦ⸃ ὄξους ⸀ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. 30 ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰησοῦς εἶπεν· Τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα. 31 Οἱ οὖν Ἰουδαῖοι, ⸂ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ⸃, ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν. 32 ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· 33 ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ⸂ἤδη αὐτὸν⸃ τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, 34 ἀλλ’ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ ⸂ἐξῆλθεν εὐθὺς⸃ αἷμα καὶ ὕδωρ. 35 καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴ ⸂αὐτοῦ ἐστιν⸃ ἡ μαρτυρία, καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα ⸀καὶ ὑμεῖς ⸀πιστεύητε. 36 ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ· Ὀστοῦν οὐ συντριβήσεται ⸀αὐτοῦ. 37 καὶ πάλιν ἑτέρα γραφὴ λέγει· Ὄψονται εἰς ὃν ἐξεκέντησαν.
SBL Greek NT Apparatus

28 εἰδὼς WH Treg NIV ] ἰδὼν RP • ἤδη πάντα WH Treg NIV ] πάντα ἤδη RP
29 σκεῦος WH Treg NIV ] + οὖν RP • σπόγγον οὖν μεστὸν τοῦ WH Treg NIV ] οἱ δέ πλήσαντες σπόγγον RP • ὑσσώπῳ WH Treg NIV ] καὶ ὑσσώπῳ RP
31 ἐπεὶ παρασκευὴ ἦν ἵνα … σαββάτῳ WH Treg NIV ] ἵνα … σαββάτῳ ἐπεὶ παρασκευὴ ἦν RP
33 ἤδη αὐτὸν WH Treg NIV ] αὐτὸν ἤδη RP
34 ἐξῆλθεν εὐθὺς WH Treg NIV ] εὐθέως ἐξῆλθεν RP
35 αὐτοῦ ἐστιν WH Treg NIV ] ἐστιν αὐτοῦ RP • καὶ WH Treg NIV ] – RP • πιστεύητε WH Treg ] πιστεύσητε NIV RP
36 αὐτοῦ WH Treg NIV ] ἀπ᾽ αὐτοῦ RP