John 19:2-5

SBLGNT(i) 2 καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, 3 καὶ ⸂ἤρχοντο πρὸς αὐτὸν καὶ⸃ ἔλεγον· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα. 4 ⸂καὶ ἐξῆλθεν⸃ πάλιν ἔξω ὁ Πιλᾶτος καὶ λέγει αὐτοῖς· Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι ⸂οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ⸃. 5 ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς· ⸀Ἰδοὺ ὁ ἄνθρωπος.
SBL Greek NT Apparatus

3 ἤρχοντο πρὸς αὐτὸν καὶ WH Treg NIV ] – RP
4 καὶ ἐξῆλθεν WH Treg NIV ] Ἐξῆλθεν οὖν RP • οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ WH Treg NIV ] ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω RP
5 Ἰδοὺ WH Treg NIV ] Ἴδε RP