John 13:26-30

SBLGNT(i) 26 ⸀ἀποκρίνεται ὁ Ἰησοῦς· Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ ⸀βάψω τὸ ψωμίον ⸂καὶ δώσω αὐτῷ⸃· ⸂βάψας οὖν⸃ τὸ ⸀ψωμίον δίδωσιν Ἰούδᾳ Σίμωνος ⸀Ἰσκαριώτου. 27 καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. λέγει οὖν αὐτῷ ⸀ὁ Ἰησοῦς· Ὃ ποιεῖς ποίησον τάχιον. 28 τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ· 29 τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον ⸀εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ ⸀ὁ Ἰησοῦς· Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ. 30 λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ⸂ἐξῆλθεν εὐθύς⸃. ἦν δὲ νύξ.
SBL Greek NT Apparatus

26 ἀποκρίνεται Treg NIV RP ] + οὖν WH • βάψω WH Treg NIV ] βάψας RP • καὶ δώσω αὐτῷ WH Treg NIV ] ἐπιδώσω RP • βάψας οὖν WH Treg NIV ] καὶ ἐμβάψας RP • ψωμίον NIV RP ] + λαμβάνει καὶ WH Treg NA • Ἰσκαριώτου WH Treg NIV ] Ἰσκαριώτῃ RP
27 ὁ NIV RP ] – WH Treg
29 εἶχεν WH Treg NIV ] + ὁ RP • ὁ Treg NIV RP ] – WH
30 ἐξῆλθεν εὐθύς WH Treg NIV ] εὐθέως ἐξῆλθεν RP