SBLGNT(i)
16 ⸀ταῦτα οὐκ ἔγνωσαν ⸂αὐτοῦ οἱ μαθηταὶ⸃ τὸ πρῶτον, ἀλλ’ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ. 17 ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ’ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. 18 διὰ τοῦτο ⸀καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι ⸀ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 19 οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς· Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ ⸀κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.
John 12:16-19
SBL Greek NT Apparatus
16 ταῦτα WH Treg NIV ] + δὲ RP • αὐτοῦ οἱ μαθηταὶ WH NIV ] οἱ μαθηταὶ αὐτοῦ Treg RP
18 καὶ WH RP NA ] – Treg NIV • ἤκουσαν WH Treg NIV ] ἤκουσεν RP
19 κόσμος WH Treg RP NA ] + ὅλος NIV
16 ταῦτα WH Treg NIV ] + δὲ RP • αὐτοῦ οἱ μαθηταὶ WH NIV ] οἱ μαθηταὶ αὐτοῦ Treg RP
18 καὶ WH RP NA ] – Treg NIV • ἤκουσαν WH Treg NIV ] ἤκουσεν RP
19 κόσμος WH Treg RP NA ] + ὅλος NIV