SBLGNT(i)
4 ⸀μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ⸀ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. 5 ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει· Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ ⸀κατῴκισεν ἐν ἡμῖν; 6 μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει· Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν. 7 ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν·
James 4:4-7
SBL Greek NT Apparatus
4 μοιχαλίδες WH Treg NIV ] Μοιχοὶ καὶ μοιχαλίδες RP • ἐὰν WH NIV ] ἂν Treg RP
5 κατῴκισεν WH Treg NIV ] κατῴκησεν RP
4 μοιχαλίδες WH Treg NIV ] Μοιχοὶ καὶ μοιχαλίδες RP • ἐὰν WH NIV ] ἂν Treg RP
5 κατῴκισεν WH Treg NIV ] κατῴκησεν RP