SBLGNT(i)
1 Πόθεν πόλεμοι καὶ ⸀πόθεν μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; 2 ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· 3 αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. 4 ⸀μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ⸀ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. 5 ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει· Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ ⸀κατῴκισεν ἐν ἡμῖν;
James 4:1-5
SBL Greek NT Apparatus
1 πόθεν WH Treg NIV ] – RP
4 μοιχαλίδες WH Treg NIV ] Μοιχοὶ καὶ μοιχαλίδες RP • ἐὰν WH NIV ] ἂν Treg RP
5 κατῴκισεν WH Treg NIV ] κατῴκησεν RP
1 πόθεν WH Treg NIV ] – RP
4 μοιχαλίδες WH Treg NIV ] Μοιχοὶ καὶ μοιχαλίδες RP • ἐὰν WH NIV ] ἂν Treg RP
5 κατῴκισεν WH Treg NIV ] κατῴκησεν RP