James 2:15-16

SBLGNT(i) 15 ⸀ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ ⸀λειπόμενοι τῆς ἐφημέρου τροφῆς, 16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν· Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, ⸀τί ὄφελος;
SBL Greek NT Apparatus

15 ἐὰν WH Treg NIV ] + δὲ RP • λειπόμενοι WH Treg NIV ] + ὦσιν RP
16 τί WH ] + τὸ Treg NIV RP