SBLGNT(i)
14 ⸀Τί ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν ἔργα δὲ μὴ ἔχῃ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; 15 ⸀ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ ⸀λειπόμενοι τῆς ἐφημέρου τροφῆς, 16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν· Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, ⸀τί ὄφελος; 17 οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ ⸂ἔχῃ ἔργα⸃, νεκρά ἐστιν καθ’ ἑαυτήν. 18 Ἀλλ’ ἐρεῖ τις· Σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω. δεῖξόν μοι τὴν πίστιν σου ⸀χωρὶς τῶν ⸀ἔργων, κἀγώ ⸂σοι δείξω⸃ ἐκ τῶν ἔργων μου τὴν ⸀πίστιν. 19 σὺ πιστεύεις ὅτι ⸂εἷς ἐστιν ὁ θεός⸃; καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν. 20 θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων ⸀ἀργή ἐστιν; 21 Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; 22 βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη, 23 καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη. 24 ⸀ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον. 25 ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; 26 ὥσπερ ⸀γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις ⸀χωρὶς ἔργων νεκρά ἐστιν.
James 2:14-26
SBL Greek NT Apparatus
14 Τί WH ] + τὸ Treg NIV RP
15 ἐὰν WH Treg NIV ] + δὲ RP • λειπόμενοι WH Treg NIV ] + ὦσιν RP
16 τί WH ] + τὸ Treg NIV RP
17 ἔχῃ ἔργα WH Treg NIV ] ἔργα ἔχῃ RP
18 χωρὶς WH Treg NIV ] ἐκ RP • ἔργων WH Treg NIV ] + σου RP • σοι δείξω WH Treg NIV ] δείξω σοι RP • πίστιν WH Treg NIV ] + μου RP
19 εἷς ἐστιν ὁ θεός Treg NIV ] εἷς θεός ἐστιν WH; ὁ θεὸς εἷς ἐστιν RP
20 ἀργή WH Treg NIV ] νεκρά RP
24 ὁρᾶτε WH Treg NIV ] + τοίνυν RP
26 γὰρ Treg NIV RP ] – WH • χωρὶς WH NIV ] + τῶν Treg RP
14 Τί WH ] + τὸ Treg NIV RP
15 ἐὰν WH Treg NIV ] + δὲ RP • λειπόμενοι WH Treg NIV ] + ὦσιν RP
16 τί WH ] + τὸ Treg NIV RP
17 ἔχῃ ἔργα WH Treg NIV ] ἔργα ἔχῃ RP
18 χωρὶς WH Treg NIV ] ἐκ RP • ἔργων WH Treg NIV ] + σου RP • σοι δείξω WH Treg NIV ] δείξω σοι RP • πίστιν WH Treg NIV ] + μου RP
19 εἷς ἐστιν ὁ θεός Treg NIV ] εἷς θεός ἐστιν WH; ὁ θεὸς εἷς ἐστιν RP
20 ἀργή WH Treg NIV ] νεκρά RP
24 ὁρᾶτε WH Treg NIV ] + τοίνυν RP
26 γὰρ Treg NIV RP ] – WH • χωρὶς WH NIV ] + τῶν Treg RP