SBLGNT(i)
21 ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν· Ὤμοσεν κύριος, καὶ οὐ μεταμεληθήσεται, Σὺ ἱερεὺς εἰς τὸν ⸀αἰῶνα), 22 κατὰ ⸀τοσοῦτο ⸀κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς. 23 Καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· 24 ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· 25 ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
Hebrews 7:21-25
SBL Greek NT Apparatus
21 αἰῶνα WH Treg NIV ] + κατὰ τὴν τάξιν Μελχισεδέκ RP
22 τοσοῦτο WH Treg NIV ] τοσοῦτον RP • κρείττονος Treg RP ] καὶ κρείττονος WH NIV
21 αἰῶνα WH Treg NIV ] + κατὰ τὴν τάξιν Μελχισεδέκ RP
22 τοσοῦτο WH Treg NIV ] τοσοῦτον RP • κρείττονος Treg RP ] καὶ κρείττονος WH NIV