Hebrews 12:15-16

SBLGNT(i) 15 ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ ⸂δι’ αὐτῆς⸃ μιανθῶσιν ⸀πολλοί, 16 μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδετο τὰ πρωτοτόκια ⸀ἑαυτοῦ.
SBL Greek NT Apparatus

15 δι᾽ αὐτῆς WH NIV ] διὰ ταύτης Treg RP • πολλοί NIV RP ] οἱ πολλοί WH Treg
16 ἑαυτοῦ WH Treg NIV ] αὐτοῦ RP