Colossians 3:5-8

SBLGNT(i) 5 Νεκρώσατε οὖν τὰ ⸀μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία, 6 δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ⸂ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας⸃· 7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν ⸀τούτοις· 8 νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν·
SBL Greek NT Apparatus

5 μέλη WH Treg NA ] + ὑμῶν NIV RP
6 ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας RP NA ] – WH Treg NIV
7 τούτοις WH Treg NIV ] αὐτοῖς RP