Colossians 3:22-24

SBLGNT(i) 22 οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ⸀ὀφθαλμοδουλίαις, ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν ⸀κύριον. 23 ⸀ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις, 24 εἰδότες ὅτι ἀπὸ κυρίου ⸀ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· ⸀τῷ κυρίῳ Χριστῷ δουλεύετε·
SBL Greek NT Apparatus

22 ὀφθαλμοδουλίαις WH Treg RP ] ὀφθαλμοδουλίᾳ NIV • κύριον WH Treg NIV ] θεόν RP
23 ὃ WH Treg NIV ] καὶ πᾶν ὃ τι RP
24 ἀπολήμψεσθε WH Treg NIV ] λήψεσθε RP • τῷ WH Treg NIV ] + γὰρ RP