SBLGNT(i)
12 ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ ⸀περὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. 13 ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε ⸂σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας⸃ ἐξίστατο. 14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ θεοῦ, ἀπέστειλαν πρὸς ⸀αὐτοὺς Πέτρον καὶ Ἰωάννην, 15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσιν πνεῦμα ἅγιον· 16 ⸀οὐδέπω γὰρ ἦν ἐπ’ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ ⸀κυρίου Ἰησοῦ.
Acts 8:12-16
SBL Greek NT Apparatus
12 περὶ WH Treg NIV ] τὰ περὶ RP
13 σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας WH Treg NIV ] δυνάμεις καὶ σημεῖα γινόμενα RP
14 αὐτοὺς WH Treg NIV ] + τὸν RP
16 οὐδέπω WH Treg NIV ] οὔπω RP • κυρίου WH Treg NIV ] χριστοῦ RP
12 περὶ WH Treg NIV ] τὰ περὶ RP
13 σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας WH Treg NIV ] δυνάμεις καὶ σημεῖα γινόμενα RP
14 αὐτοὺς WH Treg NIV ] + τὸν RP
16 οὐδέπω WH Treg NIV ] οὔπω RP • κυρίου WH Treg NIV ] χριστοῦ RP