Acts 7:34-35

SBLGNT(i) 34 ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ ⸀αὐτοῦ ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ⸀ἀποστείλω σε εἰς Αἴγυπτον. 35 Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο εἰπόντες· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν, τοῦτον ὁ θεὸς ⸀καὶ ἄρχοντα καὶ λυτρωτὴν ⸂ἀπέσταλκεν σὺν⸃ χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.
SBL Greek NT Apparatus

34 αὐτοῦ WH Treg ] αὐτῶν NIV RP • ἀποστείλω WH Treg NIV ] ἀποστελῶ RP
35 καὶ WH Treg NA ] – NIV RP • ἀπέσταλκεν σὺν WH Treg NIV ] ἀπέστειλεν ἐν RP