SBLGNT(i)
29 ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπαν· Πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις. 30 ὁ θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου· 31 τοῦτον ὁ θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ, ⸀τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν· 32 καὶ ἡμεῖς ⸀ἐσμεν μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ ⸀πνεῦμα τὸ ἅγιον ὃ ἔδωκεν ὁ θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ. 33 Οἱ δὲ ⸀ἀκούσαντες διεπρίοντο καὶ ἐβούλοντο ἀνελεῖν αὐτούς.
Acts 5:29-33
SBL Greek NT Apparatus
31 τοῦ WH NIV ] – Treg RP
32 ἐσμεν WH Treg NIV ] + αὐτοῦ RP • πνεῦμα WH Treg NIV ] + δὲ RP
33 ἀκούσαντες WH Treg NIV ] ἀκούοντες RP
31 τοῦ WH NIV ] – Treg RP
32 ἐσμεν WH Treg NIV ] + αὐτοῦ RP • πνεῦμα WH Treg NIV ] + δὲ RP
33 ἀκούσαντες WH Treg NIV ] ἀκούοντες RP