Acts 3:9-10

SBLGNT(i) 9 καὶ εἶδεν ⸂πᾶς ὁ λαὸς αὐτὸν⸃ περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν, 10 ἐπεγίνωσκον ⸀δὲ αὐτὸν ὅτι ⸀οὗτος ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ Πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
SBL Greek NT Apparatus

9 πᾶς ὁ λαὸς αὐτὸν WH Treg NIV ] αὐτὸν πᾶς ὁ λαὸς RP
10 δὲ WH Treg NIV ] τε RP • οὗτος WH Treg RP ] αὐτὸς NIV