Acts 3:21-24

SBLGNT(i) 21 ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ θεὸς διὰ ⸀στόματος τῶν ἁγίων ⸂ἀπ’ αἰῶνος αὐτοῦ προφητῶν⸃. 22 Μωϋσῆς ⸀μὲν εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ ⸀θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. 23 ἔσται δὲ πᾶσα ψυχὴ ἥτις ⸀ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ. 24 καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας.
SBL Greek NT Apparatus

21 στόματος WH Treg NIV ] + πάντων RP • ἀπ᾽ αἰῶνος αὐτοῦ προφητῶν WH Treg NIV ] αὐτοῦ προφητῶν ἀπ᾽ αἰῶνος RP
22 μὲν WH Treg NIV ] + γὰρ πρὸς τοὺς πατέρας RP • θεὸς WH ] + ὑμῶν Treg NIV; + ἡμῶν RP
23 ἂν WH Treg ] ἐὰν NIV RP