Acts 23:10-11

SBLGNT(i) 10 πολλῆς δὲ ⸀γινομένης στάσεως ⸀φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ’ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα ⸀καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν ⸀τε εἰς τὴν παρεμβολήν. 11 Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν· ⸀Θάρσει, ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
SBL Greek NT Apparatus

10 γινομένης WH NIV ] γενομένης Treg RP • φοβηθεὶς WH Treg NIV ] εὐλαβηθεὶς RP • καταβὰν WH Treg NIV ] καταβῆναι καὶ RP • τε Treg NIV RP ] – WH
11 Θάρσει WH Treg NIV ] + Παῦλε RP