Acts 22:23-24

SBLGNT(i) 23 ⸀κραυγαζόντων ⸀τε αὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, 24 ἐκέλευσεν ⸂ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν⸃ εἰς τὴν παρεμβολήν, ⸀εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν ἵνα ἐπιγνῷ δι’ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.
SBL Greek NT Apparatus

23 κραυγαζόντων WH Treg NIV ] Κραζόντων RP • τε WH Treg NIV ] δὲ RP
24 ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν WH Treg NIV ] αὐτὸν ὁ χιλίαρχος εἰσάγεσθαι RP • εἴπας WH Treg NIV ] εἰπὼν RP