SBLGNT(i)
17 Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα ἀσμένως ⸀ἀπεδέξαντο ἡμᾶς οἱ ἀδελφοί. 18 τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. 19 καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγεῖτο καθ’ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ θεὸς ἐν τοῖς ἔθνεσιν διὰ τῆς διακονίας αὐτοῦ. 20 οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν ⸀θεόν, ⸂εἶπόν τε⸃ αὐτῷ· Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ⸂ἐν τοῖς Ἰουδαίοις⸃ τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν·
Acts 21:17-20
SBL Greek NT Apparatus
17 ἀπεδέξαντο WH Treg NIV ] ἐδέξαντο RP
20 θεόν WH Treg NIV ] κύριον RP • εἶπόν τε WH Treg NIV ] εἰπόντες RP • ἐν τοῖς Ἰουδαίοις WH Treg NIV ] Ἰουδαίων RP
17 ἀπεδέξαντο WH Treg NIV ] ἐδέξαντο RP
20 θεόν WH Treg NIV ] κύριον RP • εἶπόν τε WH Treg NIV ] εἰπόντες RP • ἐν τοῖς Ἰουδαίοις WH Treg NIV ] Ἰουδαίων RP