Acts 20:22-24

SBLGNT(i) 22 καὶ νῦν ἰδοὺ ⸂δεδεμένος ἐγὼ⸃ τῷ πνεύματι πορεύομαι εἰς Ἰερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά ⸀μοι μὴ εἰδώς, 23 πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί ⸀μοι λέγον ὅτι δεσμὰ ⸂καὶ θλίψεις με⸃ μένουσιν· 24 ἀλλ’ οὐδενὸς ⸀λόγου ⸀ποιοῦμαι τὴν ⸀ψυχὴν τιμίαν ἐμαυτῷ ὡς ⸀τελειῶσαι τὸν δρόμον ⸀μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ.
SBL Greek NT Apparatus

22 δεδεμένος ἐγὼ WH Treg NIV ] ἐγὼ δεδεμένος RP • μοι Treg NIV RP ] ἐμοὶ WH
23 μοι WH Treg NIV ] – RP • καὶ θλίψεις με WH Treg NIV ] με καὶ θλίψεις RP
24 λόγου WH Treg NIV ] λόγον RP • ποιοῦμαι WH Treg NIV ] + οὐδὲ ἔχω RP • ψυχὴν WH Treg NIV ] + μου RP • τελειῶσαι NIV RP ] τελειώσω WH Treg • μου WH Treg NIV ] + μετὰ χαρᾶς RP