Acts 20:15-16

SBLGNT(i) 15 κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ⸀ἄντικρυς Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς ⸀Σάμον, τῇ ⸀δὲ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον· 16 ⸀κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ, ἔσπευδεν γὰρ εἰ δυνατὸν ⸀εἴη αὐτῷ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.
SBL Greek NT Apparatus

15 ἄντικρυς WH Treg NIV ] ἀντικρύ RP • Σάμον WH Treg NIV ] + καὶ μείναντες ἐν Τρωγυλλίῳ RP • δὲ WH Treg NIV ] – RP
16 κεκρίκει WH Treg NIV ] Ἔκρινεν RP • εἴη WH Treg NIV ] ἦν RP