SBLGNT(i)
12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ⸀ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ’ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ⸀ἐκπορεύεσθαι. 13 ἐπεχείρησαν δέ τινες ⸀καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ λέγοντες· ⸀Ὁρκίζω ὑμᾶς τὸν Ἰησοῦν ⸀ὃν Παῦλος κηρύσσει. 14 ἦσαν δέ ⸀τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ ⸀υἱοὶ τοῦτο ποιοῦντες. 15 ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν ⸀αὐτοῖς· ⸀Τὸν Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ; 16 καὶ ⸀ἐφαλόμενος ⸂ὁ ἄνθρωπος ἐπ’ αὐτοὺς⸃ ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν ⸂κατακυριεύσας ἀμφοτέρων⸃ ἴσχυσεν κατ’ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. 17 τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ ⸀ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ.
Acts 19:12-17
SBL Greek NT Apparatus
12 ἀποφέρεσθαι WH Treg NIV ] ἐπιφέρεσθαι RP • ἐκπορεύεσθαι WH Treg NIV ] ἐξέρχεσθαι ἀπ᾽ αὐτῶν RP
13 καὶ WH Treg NIV ] ἀπὸ RP • Ὁρκίζω WH Treg NIV ] Ὁρκίζομεν RP • ὃν WH Treg NIV ] + ὁ RP
14 τινος WH Treg NIV ] τινες υἱοὶ RP • υἱοὶ WH Treg NIV ] οἱ RP
15 αὐτοῖς WH Treg NIV ] – RP • Τὸν Treg RP ] + μὲν WH NIV
16 ἐφαλόμενος WH Treg NIV ] ἐφαλλόμενος RP • ὁ ἄνθρωπος ἐπ᾽ αὐτοὺς WH Treg NIV ] ἐπ᾽ αὐτοὺς ὁ ἄνθρωπος RP • κατακυριεύσας ἀμφοτέρων WH Treg NIV ] καὶ κατακυριεύσαν αὐτῶν RP
17 ἐπέπεσεν WH NIV RP ] ἔπεσεν Treg