Acts 17:30-31

SBLGNT(i) 30 τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν ⸀παραγγέλλει τοῖς ἀνθρώποις ⸀πάντας πανταχοῦ μετανοεῖν, 31 ⸀καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
SBL Greek NT Apparatus

30 παραγγέλλει Treg NIV RP ] ἀπαγγέλλει WH • πάντας WH Treg NIV ] πᾶσιν RP
31 καθότι WH Treg NIV ] διότι RP