SBLGNT(i)
30 ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· 31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες ⸀νῦν εἰσὶ μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. 32 καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην 33 ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ⸀ἡμῶν ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ⸂ψαλμῷ γέγραπται τῷ δευτέρῳ⸃· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
Acts 13:30-33
SBL Greek NT Apparatus
31 νῦν WH Treg NIV ] – RP
33 ἡμῶν WH Treg ] αὐτῶν ἡμῖν NIV RP • ψαλμῷ γέγραπται τῷ δευτέρῳ WH NIV] ψαλμῷ τῷ δευτέρῳ γέγραπται RP; πρώτῳ ψαλμῷ γέγραπται Treg
31 νῦν WH Treg NIV ] – RP
33 ἡμῶν WH Treg ] αὐτῶν ἡμῖν NIV RP • ψαλμῷ γέγραπται τῷ δευτέρῳ WH NIV] ψαλμῷ τῷ δευτέρῳ γέγραπται RP; πρώτῳ ψαλμῷ γέγραπται Treg