Acts 10:44-47

SBLGNT(i) 44 Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσε τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. 45 καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ⸀ὅσοι συνῆλθαν τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ⸂ἁγίου πνεύματος⸃ ἐκκέχυται· 46 ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν θεόν. τότε ⸀ἀπεκρίθη Πέτρος· 47 Μήτι τὸ ὕδωρ ⸂δύναται κωλῦσαί⸃ τις τοῦ μὴ βαπτισθῆναι τούτους οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον ⸀ὡς καὶ ἡμεῖς;
SBL Greek NT Apparatus

45 ὅσοι Treg NIV RP ] οἳ WH • ἁγίου πνεύματος Treg NIV RP ] πνεύματος τοῦ ἁγίου WH
46 ἀπεκρίθη WH Treg NIV ] + ὁ RP
47 δύναται κωλῦσαί WH Treg NIV ] κωλῦσαί δύναται RP • ὡς WH Treg NIV ] καθὼς RP