Acts 10:3-5

SBLGNT(i) 3 εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ ⸀περὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ· Κορνήλιε. 4 ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπεν· Τί ἐστιν, κύριε; εἶπεν δὲ αὐτῷ· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ⸀ἔμπροσθεν τοῦ θεοῦ· 5 καὶ νῦν πέμψον ⸂ἄνδρας εἰς Ἰόππην⸃ καὶ μετάπεμψαι Σίμωνά ⸂τινα ὃς ἐπικαλεῖται Πέτρος⸃·
SBL Greek NT Apparatus

3 περὶ WH Treg NIV ] – RP
4 ἔμπροσθεν WH Treg NIV ] ἐνώπιον RP
5 ἄνδρας εἰς Ἰόππην WH Treg NIV ] εἰς Ἰόππην ἄνδρας RP • τινα ὃς ἐπικαλεῖται Πέτρος WH Treg NIV ] τὸν ἐπικαλούμενον Πέτρον RP