3 John 1:6-8

SBLGNT(i) 6 οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ θεοῦ· 7 ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν ⸀ἐθνικῶν. 8 ἡμεῖς οὖν ὀφείλομεν ⸀ὑπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.
SBL Greek NT Apparatus

7 ἐθνικῶν WH Treg NIV ] ἐθνῶν RP
8 ὑπολαμβάνειν WH Treg NIV ] ἀπολαμβάνειν RP