SBLGNT(i)
9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος. ἀλλὰ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται· 10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου. 11 πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· 12 εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ⸀ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· 13 εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ⸀ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται.
2 Timothy 2:9-13
SBL Greek NT Apparatus
12 ἀρνησόμεθα WH Treg NIV ] ἀρνούμεθα RP
13 ἀρνήσασθαι RP ] + γὰρ WH Treg NIV
12 ἀρνησόμεθα WH Treg NIV ] ἀρνούμεθα RP
13 ἀρνήσασθαι RP ] + γὰρ WH Treg NIV