2 Timothy 2:11-13

SBLGNT(i) 11 πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· 12 εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ⸀ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· 13 εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ⸀ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται.
SBL Greek NT Apparatus

12 ἀρνησόμεθα WH Treg NIV ] ἀρνούμεθα RP
13 ἀρνήσασθαι RP ] + γὰρ WH Treg NIV