SBLGNT(i)
14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ⸀ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα, 15 ⸀καταλιπόντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ ⸀Βοσὸρ ὃς μισθὸν ἀδικίας ἠγάπησεν 16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν. 17 Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι ⸂καὶ ὁμίχλαι⸃ ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ ⸀σκότους τετήρηται.
2 Peter 2:14-17
SBL Greek NT Apparatus
14 ἀκαταπαύστους Treg NIV RP] ἀκαταπάστους WH
15 καταλιπόντες Treg RP] καταλείποντες WH NIV • Βοσὸρ Treg RP NA] Βεὼρ WH NIV
17 καὶ ὁμίχλαι WH Treg NIV] νεφέλαι RP • σκότους WH Treg NIV] + εἰς αἰῶνα RP
14 ἀκαταπαύστους Treg NIV RP] ἀκαταπάστους WH
15 καταλιπόντες Treg RP] καταλείποντες WH NIV • Βοσὸρ Treg RP NA] Βεὼρ WH NIV
17 καὶ ὁμίχλαι WH Treg NIV] νεφέλαι RP • σκότους WH Treg NIV] + εἰς αἰῶνα RP