SBLGNT(i)
10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας. Τολμηταὶ, αὐθάδεις, δόξας οὐ τρέμουσιν, βλασφημοῦντες, 11 ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσιν κατ’ ⸀αὐτῶν βλάσφημον κρίσιν. 12 οὗτοι δέ, ὡς ἄλογα ζῷα ⸂γεγεννημένα φυσικὰ⸃ εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν ⸂καὶ φθαρήσονται⸃, 13 ⸀ἀδικούμενοι μισθὸν ἀδικίας· ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι ἐντρυφῶντες ἐν ταῖς ⸀ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν, 14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ⸀ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα, 15 ⸀καταλιπόντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ ⸀Βοσὸρ ὃς μισθὸν ἀδικίας ἠγάπησεν
2 Peter 2:10-15
SBL Greek NT Apparatus
11 αὐτῶν Holmes WHmarg] + παρὰ κυρίῳ WH Treg RP; + παρὰ κυρίου NIV
12 γεγεννημένα φυσικὰ WH Treg NIV] φυσικὰ γεγενημένα RP • καὶ φθαρήσονται WH Treg NIV] καταφθαρήσονται RP
13 ἀδικούμενοι WH NIV] κομιούμενοι Treg RP • ἀπάταις WH NIV RP] ἀγάπαις Treg
14 ἀκαταπαύστους Treg NIV RP] ἀκαταπάστους WH
15 καταλιπόντες Treg RP] καταλείποντες WH NIV • Βοσὸρ Treg RP NA] Βεὼρ WH NIV