2 John 1:8-11

SBLGNT(i) 8 βλέπετε ἑαυτούς, ἵνα μὴ ⸀ἀπολέσητε ἃ ⸀εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ⸀ἀπολάβητε. 9 πᾶς ὁ ⸀προάγων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ ⸀διδαχῇ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει. 10 εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν καὶ χαίρειν αὐτῷ μὴ λέγετε· 11 ὁ ⸂λέγων γὰρ⸃ αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
SBL Greek NT Apparatus

8 ἀπολέσητε WH Treg NIV ] ἀπολέσωμεν RP • εἰργασάμεθα WH RP NA ] εἰργάσασθε Treg NIV • ἀπολάβητε WH Treg NIV ] ἀπολάβωμεν RP
9 προάγων WH Treg NIV ] παραβαίνων RP • διδαχῇ WH Treg NIV ] + τοῦ Χριστοῦ RP
11 λέγων γὰρ WH Treg NIV ] γὰρ λέγων RP