2 Corinthians 3:7-9

SBLGNT(i) 7 Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν ⸀γράμμασιν ⸀ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, 8 πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; 9 εἰ γὰρ ⸂τῇ διακονίᾳ⸃ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς ⸀δικαιοσύνης δόξῃ.
SBL Greek NT Apparatus

7 γράμμασιν WH NIV RP ] γράμματι Treg • ἐντετυπωμένη WH Treg NIV ] + ἐν RP
9 τῇ διακονίᾳ Treg NIV ] ἡ διακονία WH RP • δικαιοσύνης WH Treg NIV ] + ἐν RP