SBLGNT(i)
6 ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ. 7 Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν ⸀γράμμασιν ⸀ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, 8 πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; 9 εἰ γὰρ ⸂τῇ διακονίᾳ⸃ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς ⸀δικαιοσύνης δόξῃ.
2 Corinthians 3:6-9
SBL Greek NT Apparatus
7 γράμμασιν WH NIV RP ] γράμματι Treg • ἐντετυπωμένη WH Treg NIV ] + ἐν RP
9 τῇ διακονίᾳ Treg NIV ] ἡ διακονία WH RP • δικαιοσύνης WH Treg NIV ] + ἐν RP
7 γράμμασιν WH NIV RP ] γράμματι Treg • ἐντετυπωμένη WH Treg NIV ] + ἐν RP
9 τῇ διακονίᾳ Treg NIV ] ἡ διακονία WH RP • δικαιοσύνης WH Treg NIV ] + ἐν RP