SBLGNT(i)
14 ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, 15 ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, 16 διότι γέγραπται ⸀ὅτι Ἅγιοι ⸀ἔσεσθε, ὅτι ἐγὼ ⸀ἅγιος. 17 Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε·
1 Peter 1:14-17
SBL Greek NT Apparatus
16 ὅτι WH NIV] – Treg RP • ἔσεσθε WH Treg NIV] γίνεσθε RP • ἅγιος WH Treg] + εἰμι NIV RP
16 ὅτι WH NIV] – Treg RP • ἔσεσθε WH Treg NIV] γίνεσθε RP • ἅγιος WH Treg] + εἰμι NIV RP