SBLGNT(i)
11 Ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ’ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους· 12 οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια. 13 ⸀μὴ θαυμάζετε, ⸀ἀδελφοί, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος. 14 ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ ⸀ἀγαπῶν μένει ἐν τῷ θανάτῳ. 15 πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστίν, καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν ⸀αὐτῷ μένουσαν.
1 John 3:11-15
SBL Greek NT Apparatus
13 μὴ WH Treg RP] καὶ μὴ NIV • ἀδελφοί WH Treg NIV ] + μου RP
14 ἀγαπῶν WH Treg NIV ] + τὸν ἀδελφόν RP
15 αὐτῷ WH Treg NIV ] ἑαυτῷ RP
13 μὴ WH Treg RP] καὶ μὴ NIV • ἀδελφοί WH Treg NIV ] + μου RP
14 ἀγαπῶν WH Treg NIV ] + τὸν ἀδελφόν RP
15 αὐτῷ WH Treg NIV ] ἑαυτῷ RP