1 Corinthians 7:37-38

SBLGNT(i) 37 ὃς δὲ ἕστηκεν ⸂ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος⸃ μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ ⸂ἰδίᾳ καρδίᾳ⸃, ⸀τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ⸀ποιήσει· 38 ὥστε καὶ ὁ ⸀γαμίζων ⸂τὴν παρθένον ἑαυτοῦ⸃ καλῶς ποιεῖ, ⸂καὶ ὁ⸃ μὴ ⸁γαμίζων κρεῖσσον ⸀ποιήσει.
SBL Greek NT Apparatus

37 ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος WH Treg NIV ] ἑδραῖος ἐν τῇ καρδίᾳ RP • ἰδίᾳ καρδίᾳ WH Treg NIV ] καρδίᾳ αὐτοῦ RP • τηρεῖν WH Treg NIV ] τοῦ τηρεῖν RP • ποιήσει WH Treg NIV ] ποιεῖ RP
38 ⸀γαμίζων WH Treg NIV ] ἐκγαμίζων RP • τὴν παρθένον ἑαυτοῦ Treg ] τὴν ἑαυτοῦ παρθένον WH NIV; – RP • καὶ ὁ WH Treg NIV ] ὁ δὲ RP • ⸁γαμίζων WH Treg NIV ] ἑκγαμίζων RP • ποιήσει WH Treg NIV ] ποιεῖ RP