1 Corinthians 7:32-35

SBLGNT(i) 32 Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ⸀ἀρέσῃ τῷ κυρίῳ· 33 ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ⸀ἀρέσῃ τῇ γυναικί, 34 ⸀καὶ μεμέρισται. καὶ ἡ γυνὴ ⸂ἡ ἄγαμος⸃ καὶ ἡ ⸀παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία καὶ ⸀τῷ σώματι καὶ ⸁τῷ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ⸀ἀρέσῃ τῷ ἀνδρί. 35 τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν ⸀σύμφορον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ ⸀εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως.
SBL Greek NT Apparatus

32 ἀρέσῃ WH Treg NIV ] ἀρέσει RP
33 ἀρέσῃ WH Treg NIV ] ἀρέσει RP
34 καὶ WH Treg NIV ] – RP • ἡ ἄγαμος WH Treg NIV ] – RP• παρθένος WH Treg NIV ] + Ἡ ἄγαμος RP • ⸀τῷ WH Treg NIV ] – RP • ⸁τῷ WH Treg NIV ] – RP • ἀρέσῃ WH Treg NIV ] ἀρέσει RP
35 σύμφορον WH Treg NIV ] συμφέρον RP • εὐπάρεδρον WH Treg NIV ] εὐπρόσεδρον RP