SBLGNT(i)
1 Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ⸀ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. 2 καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ⸀ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ⸀ποιήσας; 3 Ἐγὼ μὲν γάρ, ⸀ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον 4 ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν ⸀Ἰησοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν ⸁Ἰησοῦ, 5 παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ ⸀κυρίου. 6 Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; 7 ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα ⸀ἡμῶν ἐτύθη Χριστός· 8 ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. 9 Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, 10 ⸀οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις ⸀καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ ⸀ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. 11 νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 12 τί γάρ ⸀μοι τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε, 13 τοὺς δὲ ἔξω ὁ θεὸς ⸀κρίνει; ⸀ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
1 Corinthians 5:1-13
SBL Greek NT Apparatus
1 ἔθνεσιν WH Treg NIV ] + ὀνομάζεται RP
2 ἀρθῇ WH Treg NIV ] ἐξαρθῇ RP • ποιήσας Treg RP ] πράξας WH NIV
3 ἀπὼν WH Treg NIV ] ὡς ἀπὼν RP
4 ⸀Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ RP • ⸁Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ RP
5 κυρίου WH NIV ] + Ἰησοῦ Treg RP
7 ἡμῶν WH Treg NIV ] + ὑπὲρ ἡμῶν RP
10 οὐ WH Treg NIV ] καὶ οὐ RP • καὶ WH Treg NIV ] ἢ RP • ὠφείλετε WH Treg NIV ] ὀφείλετε RP
12 μοι WH Treg NIV ] + καί RP
13 κρίνει WH Treg ] κρινεῖ NIV RP • ἐξάρατε WH Treg NIV ] Καί ἐξαρεῖτε RP
1 ἔθνεσιν WH Treg NIV ] + ὀνομάζεται RP
2 ἀρθῇ WH Treg NIV ] ἐξαρθῇ RP • ποιήσας Treg RP ] πράξας WH NIV
3 ἀπὼν WH Treg NIV ] ὡς ἀπὼν RP
4 ⸀Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ RP • ⸁Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ RP
5 κυρίου WH NIV ] + Ἰησοῦ Treg RP
7 ἡμῶν WH Treg NIV ] + ὑπὲρ ἡμῶν RP
10 οὐ WH Treg NIV ] καὶ οὐ RP • καὶ WH Treg NIV ] ἢ RP • ὠφείλετε WH Treg NIV ] ὀφείλετε RP
12 μοι WH Treg NIV ] + καί RP
13 κρίνει WH Treg ] κρινεῖ NIV RP • ἐξάρατε WH Treg NIV ] Καί ἐξαρεῖτε RP