SBLGNT(i)
11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· 12 εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν ⸀θεμέλιον ⸂χρυσόν, ἄργυρον⸃, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, 13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ ⸀αὐτὸ δοκιμάσει. 14 εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται· 15 εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.
1 Corinthians 3:11-15
SBL Greek NT Apparatus
12 θεμέλιον WH Treg NIV ] + τοῦτον RP • χρυσόν ἄργυρον WH NIV RP ] χρυσίον ἀργύριον Treg
13 αὐτὸ WH Treg NA ] – NIV RP
12 θεμέλιον WH Treg NIV ] + τοῦτον RP • χρυσόν ἄργυρον WH NIV RP ] χρυσίον ἀργύριον Treg
13 αὐτὸ WH Treg NA ] – NIV RP