SBLGNT(i)
21 ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ⸀ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ’ οὕτως εἰσακούσονταί μου, λέγει κύριος. 22 ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. 23 ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες ⸂λαλῶσιν γλώσσαις⸃, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε;
1 Corinthians 14:21-23
SBL Greek NT Apparatus
21 ἑτέρων WH Treg NIV ] ἑτέροις RP
23 λαλῶσιν γλώσσαις WH Treg NIV ] γλώσσαις λαλῶσιν RP
21 ἑτέρων WH Treg NIV ] ἑτέροις RP
23 λαλῶσιν γλώσσαις WH Treg NIV ] γλώσσαις λαλῶσιν RP