SBLGNT(i)
6 καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ⸂ὁ δὲ⸃ ⸀αὐτὸς θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. 7 ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. 8 ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, 9 ⸀ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ⸀ἄλλῳ χαρίσματα ἰαμάτων ἐν τῷ ⸀ἑνὶ πνεύματι, 10 ⸀ἄλλῳ ἐνεργήματα δυνάμεων, ⸁ἄλλῳ προφητεία, ⸀1ἄλλῳ διακρίσεις πνευμάτων, ⸀ἑτέρῳ γένη γλωσσῶν, ⸀2ἄλλῳ ἑρμηνεία γλωσσῶν·
11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. 12 Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη ⸂πολλὰ ἔχει⸃, πάντα δὲ τὰ μέλη τοῦ ⸀σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός· 13 καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ ⸀πάντες ἓν πνεῦμα ἐποτίσθημεν. 14 Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά. 15 ἐὰν εἴπῃ ὁ πούς· Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; 16 καὶ ἐὰν εἴπῃ τὸ οὖς· Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος· 17 εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις; 18 ⸀νυνὶ δὲ ὁ θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν, ἐν τῷ σώματι καθὼς ἠθέλησεν. 19 εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; 20 νῦν δὲ πολλὰ ⸀μὲν μέλη, ἓν δὲ σῶμα. 21 οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· Χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν· Χρείαν ὑμῶν οὐκ ἔχω· 22 ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν, 23 καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει, 24 τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ⸀ἔχει. ἀλλὰ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ ⸀ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν, 25 ἵνα μὴ ᾖ ⸀σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη. 26 καὶ ⸀εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ⸀μέλος, συγχαίρει πάντα τὰ μέλη. 27 Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. 28 καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ⸀ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν. 29 μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; 30 μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν; 31 ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ ⸀μείζονα. καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.13 1 Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. 2 ⸂καὶ ἐὰν⸃ ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, ⸄καὶ ἐὰν⸅ ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη ⸀μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. 3 ⸂καὶ ἐὰν⸃ ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, ⸄καὶ ἐὰν⸃ παραδῶ τὸ σῶμά μου, ἵνα ⸀καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. 4 Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται ἡ ἀγάπη, οὐ ζηλοῖ ⸂ἡ ἀγάπη⸃, οὐ περπερεύεται, οὐ φυσιοῦται, 5 οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, 6 οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· 7 πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. 8 Ἡ ἀγάπη οὐδέποτε ⸀πίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. 9 ἐκ μέρους ⸀γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· 10 ὅταν δὲ ἔλθῃ τὸ τέλειον, ⸀τὸ ἐκ μέρους καταργηθήσεται. 11 ὅτε ἤμην νήπιος, ⸂ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος⸃· ⸀ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. 12 βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. 13 νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη· τὰ τρία ταῦτα, μείζων δὲ τούτων ἡ ἀγάπη.14 1 Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. 2 ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ⸀ἀλλὰ θεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια· 3 ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. 4 ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. 5 θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων ⸀δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ ⸀διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ. 6 ⸀Νῦν δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ; 7 ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ ⸀δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; 8 καὶ γὰρ ἐὰν ἄδηλον ⸂φωνὴν σάλπιγξ⸃ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; 9 οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. 10 τοσαῦτα εἰ τύχοι γένη φωνῶν ⸀εἰσιν ἐν κόσμῳ, καὶ ⸀οὐδὲν ἄφωνον· 11 ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. 12 οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε. 13 ⸀Διὸ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. 14 ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν. 15 τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ· 16 ἐπεὶ ἐὰν ⸀εὐλογῇς ⸀πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν· 17 σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. 18 εὐχαριστῶ τῷ ⸀θεῷ, πάντων ὑμῶν μᾶλλον ⸀γλώσσαις ⸀λαλῶ· 19 ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους ⸂τῷ νοΐ⸃ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ. 20 Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε. 21 ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ⸀ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ’ οὕτως εἰσακούσονταί μου, λέγει κύριος. 22 ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. 23 ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες ⸂λαλῶσιν γλώσσαις⸃, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; 24 ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, 25 ⸀τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτι ⸂Ὄντως ὁ θεὸς⸃ ἐν ὑμῖν ἐστιν. 26 Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ⸀ἕκαστος ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ⸂ἀποκάλυψιν ἔχει, γλῶσσαν⸃ ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. 27 εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· 28 ἐὰν δὲ μὴ ᾖ ⸀διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ. 29 προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· 30 ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. 31 δύνασθε γὰρ καθ’ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται 32 (καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, 33 οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης), ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων. 34 Αἱ ⸀γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ⸀ἐπιτρέπεται αὐταῖς λαλεῖν· ἀλλὰ ⸀ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει. 35 εἰ δέ τι ⸀μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ ⸂λαλεῖν ἐν ἐκκλησίᾳ⸃. 36 ἢ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν; 37 Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου ⸀ἐστὶν· 38 εἰ δέ τις ἀγνοεῖ, ⸀ἀγνοεῖται. 39 ὥστε, ἀδελφοί ⸀μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν ⸂μὴ κωλύετε γλώσσαις⸃· 40 πάντα ⸀δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.
1 Corinthians 12:6-14:40
SBL Greek NT Apparatus
6 ὁ δὲ Treg NIV RP ] καὶ ὁ WH • αὐτὸς WH Treg NIV ] + ἐστιν RP
9 ἑτέρῳ WH Treg NIV ] + δὲ RP • ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP • ἑνὶ WH Treg NIV ] αὐτῷ RP
10 ⸀ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP • ⸁ἄλλῳ Treg ] + δὲ WH NIV RP • ⸀1ἄλλῳ Treg ] + δὲ WH NIV RP • ἑτέρῳ WH Treg NIV ] + δὲ RP • ⸀2ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP
12 πολλὰ ἔχει WH Treg NIV ] ἔχει πολλὰ RP • σώματος WH Treg NIV ] + τοῦ ἑνός RP
13 πάντες WH Treg NIV ] + εἰς RP
18 νυνὶ NIV RP ] νῦν WH Treg
20 μὲν Treg NIV RP ] – WH
24 ἔχει WH Treg RP NA ] + τιμῆς NIV • ὑστεροῦντι RP ] ὑστερουμένῳ WH Treg NIV
25 σχίσμα WH Treg NIV ] σχίσματα RP
26 εἴτε WH NIV RP ] εἴ τι Treg • μέλος WH Treg ] ἓν μέλος NIV RP
28 ἔπειτα WH Treg NIV ] εἶτα RP
31 μείζονα WH Treg NIV ] κρείττονα RP
13
2 ⸂καὶ ἐὰν⸃ Treg NIV RP ] κἂν WH • ⸄καὶ ἐὰν⸅ NIV RP ] κἂν WH Treg • μεθιστάναι Treg NIV ] μεθιστάνειν WH RP
3 ⸂καὶ ἐὰν⸃ RP ] κἂν WH Treg NIV • ⸄καὶ ἐὰν⸅ Treg NIV RP ] κἂν WH • καυθήσομαι NIV ] καυθήσωμαι Treg RP; καυχήσωμαι WH NA
4 ἡ ἀγάπη Treg NIV RP ] – WH
8 πίπτει WH Treg NIV ] ἐκπίπτει RP
9 γὰρ WH Treg NIV ] δὲ RP
10 τὸ WH Treg NIV ] τότε τὸ RP
11 ἐλάλουν … ἐλογιζόμην ὡς νήπιος WH Treg NIV ] ὡς νήπιος ἐλάλουν … ἐλογιζόμην RP • ὅτε WH Treg NIV ] + δὲ RP
14
2 ἀλλὰ WH Treg NIV ] + τῷ RP
5 δὲ WH Treg NIV ] γὰρ RP • διερμηνεύῃ WH Treg NIV ] διερμηνεύει RP
6 Νῦν WH Treg NIV ] Νυνὶ RP
7 δῷ WH Treg NIV ] διδῶ RP
8 φωνὴν σάλπιγξ Treg RP ] σάλπιγξ φωνὴν WH NIV
10 εἰσιν WH Treg NIV ] ἐστὶν RP • οὐδὲν WH Treg NIV ] + αὐτῶν RP
13 Διὸ WH Treg NIV ] Διόπερ RP
16 εὐλογῇς WH Treg NIV ] εὐλογήσῃς RP • πνεύματι Treg] ἐν πνεύματι WH NIV; τῷ πνεύματι RP
18 θεῷ WH Treg NIV ] + μου RP • γλώσσαις WH NIV RP ] γλώσσῃ Treg • λαλῶ WH Treg NIV ] λαλῶν RP
19 τῷ νοΐ WH Treg NIV ] διὰ τοῦ νοός RP
21 ἑτέρων WH Treg NIV ] ἑτέροις RP
23 λαλῶσιν γλώσσαις WH Treg NIV ] γλώσσαις λαλῶσιν RP
25 τὰ WH Treg NIV ] καὶ οὕτως τὰ RP • Ὄντως ὁ θεὸς WH Treg NIV ] Ὁ θεὸς ὄντως RP
26 ἕκαστος WH Treg NIV ] +ὑμῶν RP • ἀποκάλυψιν ἔχει γλῶσσαν WH Treg NIV ] γλῶσσαν ἀποκάλυψιν ἔχει RP
28 διερμηνευτής WH NIV RP ] ἑρμηνευτής Treg
34 γυναῖκες WH Treg NIV ] + ὑμῶν RP • ἐπιτρέπεται WH Treg NIV ] ἐπιτέτραπται RP • ὑποτασσέσθωσαν WH Treg NIV ] ὑποτάσσεσθαι RP
35 μαθεῖν Treg NIV RP ] μανθάνειν WH • λαλεῖν ἐν ἐκκλησίᾳ WH Treg NIV ] ἐν ἐκκλησίᾳ λαλεῖν RP
37 ἐστὶν Holmes ] ἐστὶν ἐντολή WH Treg NIV; εἰσὶν ἐντολαί RP
38 ἀγνοεῖται WH NIV ] ἀγνοείτω Treg RP
39 μου WH Treg NIV ] – RP • μὴ κωλύετε γλώσσαις WH Treg NIV ] γλώσσαις μὴ κωλύετε RP
40 δὲ WH Treg NIV ] – RP
6 ὁ δὲ Treg NIV RP ] καὶ ὁ WH • αὐτὸς WH Treg NIV ] + ἐστιν RP
9 ἑτέρῳ WH Treg NIV ] + δὲ RP • ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP • ἑνὶ WH Treg NIV ] αὐτῷ RP
10 ⸀ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP • ⸁ἄλλῳ Treg ] + δὲ WH NIV RP • ⸀1ἄλλῳ Treg ] + δὲ WH NIV RP • ἑτέρῳ WH Treg NIV ] + δὲ RP • ⸀2ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP
12 πολλὰ ἔχει WH Treg NIV ] ἔχει πολλὰ RP • σώματος WH Treg NIV ] + τοῦ ἑνός RP
13 πάντες WH Treg NIV ] + εἰς RP
18 νυνὶ NIV RP ] νῦν WH Treg
20 μὲν Treg NIV RP ] – WH
24 ἔχει WH Treg RP NA ] + τιμῆς NIV • ὑστεροῦντι RP ] ὑστερουμένῳ WH Treg NIV
25 σχίσμα WH Treg NIV ] σχίσματα RP
26 εἴτε WH NIV RP ] εἴ τι Treg • μέλος WH Treg ] ἓν μέλος NIV RP
28 ἔπειτα WH Treg NIV ] εἶτα RP
31 μείζονα WH Treg NIV ] κρείττονα RP
13
2 ⸂καὶ ἐὰν⸃ Treg NIV RP ] κἂν WH • ⸄καὶ ἐὰν⸅ NIV RP ] κἂν WH Treg • μεθιστάναι Treg NIV ] μεθιστάνειν WH RP
3 ⸂καὶ ἐὰν⸃ RP ] κἂν WH Treg NIV • ⸄καὶ ἐὰν⸅ Treg NIV RP ] κἂν WH • καυθήσομαι NIV ] καυθήσωμαι Treg RP; καυχήσωμαι WH NA
4 ἡ ἀγάπη Treg NIV RP ] – WH
8 πίπτει WH Treg NIV ] ἐκπίπτει RP
9 γὰρ WH Treg NIV ] δὲ RP
10 τὸ WH Treg NIV ] τότε τὸ RP
11 ἐλάλουν … ἐλογιζόμην ὡς νήπιος WH Treg NIV ] ὡς νήπιος ἐλάλουν … ἐλογιζόμην RP • ὅτε WH Treg NIV ] + δὲ RP
14
2 ἀλλὰ WH Treg NIV ] + τῷ RP
5 δὲ WH Treg NIV ] γὰρ RP • διερμηνεύῃ WH Treg NIV ] διερμηνεύει RP
6 Νῦν WH Treg NIV ] Νυνὶ RP
7 δῷ WH Treg NIV ] διδῶ RP
8 φωνὴν σάλπιγξ Treg RP ] σάλπιγξ φωνὴν WH NIV
10 εἰσιν WH Treg NIV ] ἐστὶν RP • οὐδὲν WH Treg NIV ] + αὐτῶν RP
13 Διὸ WH Treg NIV ] Διόπερ RP
16 εὐλογῇς WH Treg NIV ] εὐλογήσῃς RP • πνεύματι Treg] ἐν πνεύματι WH NIV; τῷ πνεύματι RP
18 θεῷ WH Treg NIV ] + μου RP • γλώσσαις WH NIV RP ] γλώσσῃ Treg • λαλῶ WH Treg NIV ] λαλῶν RP
19 τῷ νοΐ WH Treg NIV ] διὰ τοῦ νοός RP
21 ἑτέρων WH Treg NIV ] ἑτέροις RP
23 λαλῶσιν γλώσσαις WH Treg NIV ] γλώσσαις λαλῶσιν RP
25 τὰ WH Treg NIV ] καὶ οὕτως τὰ RP • Ὄντως ὁ θεὸς WH Treg NIV ] Ὁ θεὸς ὄντως RP
26 ἕκαστος WH Treg NIV ] +ὑμῶν RP • ἀποκάλυψιν ἔχει γλῶσσαν WH Treg NIV ] γλῶσσαν ἀποκάλυψιν ἔχει RP
28 διερμηνευτής WH NIV RP ] ἑρμηνευτής Treg
34 γυναῖκες WH Treg NIV ] + ὑμῶν RP • ἐπιτρέπεται WH Treg NIV ] ἐπιτέτραπται RP • ὑποτασσέσθωσαν WH Treg NIV ] ὑποτάσσεσθαι RP
35 μαθεῖν Treg NIV RP ] μανθάνειν WH • λαλεῖν ἐν ἐκκλησίᾳ WH Treg NIV ] ἐν ἐκκλησίᾳ λαλεῖν RP
37 ἐστὶν Holmes ] ἐστὶν ἐντολή WH Treg NIV; εἰσὶν ἐντολαί RP
38 ἀγνοεῖται WH NIV ] ἀγνοείτω Treg RP
39 μου WH Treg NIV ] – RP • μὴ κωλύετε γλώσσαις WH Treg NIV ] γλώσσαις μὴ κωλύετε RP
40 δὲ WH Treg NIV ] – RP