1 Corinthians 12:25-27

SBLGNT(i) 25 ἵνα μὴ ᾖ ⸀σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη. 26 καὶ ⸀εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ⸀μέλος, συγχαίρει πάντα τὰ μέλη. 27 Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους.
SBL Greek NT Apparatus

25 σχίσμα WH Treg NIV ] σχίσματα RP
26 εἴτε WH NIV RP ] εἴ τι Treg • μέλος WH Treg ] ἓν μέλος NIV RP