1 Corinthians 11:29-31

SBLGNT(i) 29 ὁ γὰρ ἐσθίων καὶ ⸀πίνων κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ ⸀σῶμα. 30 διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί. 31 εἰ ⸀δὲ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα·
SBL Greek NT Apparatus

29 πίνων WH Treg NIV ] + ἀναξίως RP • σῶμα WH Treg NA ] + τοῦ κυρίου NIV RP
31 δὲ WH Treg NIV ] γὰρ RP